Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.384 Joseph. AJ 15.388 (English) >>Joseph. AJ 15.392

15.386καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος. 15.387ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ διʼ εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθʼ ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.” 15.388

μὲν Ἡρώδης ταῦτʼ εἶπεν, ἐξέπληξε δὲ τοὺς πολλοὺς λόγος παρὰ δόξαν ἐμπεσών. καὶ τὸ μὲν τῆς ἐλπίδος ἄπιστον οὐκ ἐπήγειρεν αὐτούς, ἠδημόνουν δέ, μὴ φθάσας καταλῦσαι τὸ πᾶν ἔργον οὐκ ἐξαρκέσει πρὸς τέλος ἀγαγεῖν τὴν προαίρεσιν· τε κίνδυνος αὐτοῖς μείζων ἐφαίνετο καὶ δυσεγχείρητον ἐδόκει τὸ μέγεθος τῆς ἐπιβολῆς. 15.389οὕτως δʼ αὐτῶν διακειμένων παρεθάρρυνεν βασιλεύς, οὐ πρότερον καθαιρήσειν φάμενος τὸν ναὸν μὴ πάντων αὐτῷ τῶν εἰς συντέλειαν παρεσκευασμένων. καὶ ταῦτα προειπὼν οὐκ ἐψεύσατο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.384 Joseph. AJ 15.388 (English) >>Joseph. AJ 15.392

Powered by PhiloLogic